Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.87 Joseph. AJ 5.93 (English) >>Joseph. AJ 5.97

5.91καὶ τοῖς Λευίταις δὲ τὰς ὀκτὼ καὶ τριάκοντα πόλεις ἀποδιδόναι· προειλήφεισαν γὰρ ἤδη κατὰ τὴν Ἀμορραίαν τὰς δέκα. τούτων τρεῖς ἀπονέμει τοῖς φυγάσιν οἰκεῖν ἐν αὐταῖς, πολλὴ γὰρ ἦν πρόνοια τοῦ μηδὲν ὧν Μωυσῆς διέταξε παραλιπεῖν, τῆς μὲν οὖν Ἰούδα φυλῆς Ἰέβρωνα, Σίκιμα δὲ τῆς Ἐφραίμ, τῆς Νεφθαλίτιδος δὲ Κεδέσην· ἔστι τῆς καθύπερθεν Γαλιλαίας τοῦτο τὸ χωρίον. 5.92νέμει δὲ καὶ τῆς λείας ὅσα ἦν ἔτι λοιπά, πλείστη δʼ ἐγεγόνει, καὶ μεγάλους πλούτους περιεβέβληντο καὶ κοινῇ πάντες καὶ κατʼ ἰδίαν ἕκαστος χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῆς ἄλλης ἐπισκευῆς ἕνεκα, τετραπόδων τε πλήθους ὅσον οὐδὲ ἀριθμῷ μαθεῖν ἦν προσγενομένου. 5.93

Μετὰ δὲ ταῦτα συναγαγὼν εἰς ἐκκλησίαν τὸν στρατὸν τοῖς ὑπὲρ τὸν Ἰόρδανον κατὰ τὴν Ἀμορραίαν ἱδρυμένοις, συνεστράτευον δʼ αὐτοῖς πεντακισμύριοι ὁπλῖται, ἔλεξε τάδε· “ἐπεὶ θεός, πατὴρ καὶ δεσπότης τοῦ Ἑβραίων γένους, γῆν τε κτήσασθαι ταύτην ἔδωκε καὶ κτηθεῖσαν εἰς ἅπαν ἡμετέραν φυλάξειν ὑπείσχηται, 5.94συνεργίας δὲ τῆς παρʼ ὑμῶν κατʼ ἐντολὴν τὴν ἐκείνου δεομένοις ἑαυτοὺς εἰς ἅπαν προθύμους ἐδώκατε, δίκαιον ὑμᾶς μηδενὸς ἔτι δυσκόλου περιμένοντος ἀναπαύσεως ἤδη τυχεῖν φειδοῖ τῆς προθυμίας ὑμῶν, ἵνʼ εἰ καὶ πάλιν δεήσειεν ἡμῖν αὐτῆς ἄοκνον ἔχωμεν εἰς τὰ κατεπείξοντα καὶ μὴ τοῖς νῦν καμοῦσαν αὖθις βραδυτέραν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.87 Joseph. AJ 5.93 (English) >>Joseph. AJ 5.97

Powered by PhiloLogic